Navigation
Filter Comments
ΤΕΥΚΡΟΣ
ἰώ μοί μοι.
974
ΧΟΡΟΣ
σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
975
βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος.
976
ΤΕΥΚΡΟΣ
ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί,
977
ἆρʼ ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ;
978
ΧΟΡΟΣ
ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο.
979
ΤΕΥΚΡΟΣ
ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
980
ΧΟΡΟΣ
ὡς ὧδʼ ἐχόντων—
981
ΤΕΥΚΡΟΣ
ὢ τάλας ἐγώ, τάλας.
982
ΧΟΡΟΣ
πάρα στενάζειν.
983
ΤΕΥΚΡΟΣ
ὦ περισπερχὲς πάθος.
984
ΧΟΡΟΣ
ἄγαν γε, Τεῦκρε.
985
ΤΕΥΚΡΟΣ
φεῦ τάλας. τί γὰρ τέκνον
986
τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
987
ΧΟΡΟΣ
μόνος παρὰ σκηναῖσιν.
985
ΤΕΥΚΡΟΣ
οὐχ ὅσον τάχος
986
δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
987
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
988
ἴθʼ, ἐγκόνει, σύγκαμνε. τοῖς θανοῦσί τοι
989
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
990
ΧΟΡΟΣ
ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
991
ΤΕΥΚΡΟΣ
ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
992
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
993
ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ
994
μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην,
995
ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
996
μόρον διώκων κἀξιχνοσκοπούμενος.
997
ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
998
διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών.
999
ἁγὼ κλυὼν δύστηνος ἐκποδὼν μὲν ὢν
1000
ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.
1001
οἴμοι.
1002
ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
1003
ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1004
ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
1005
ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
1006
τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ;
1007
ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα,
1008
δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἰδὼν
1009
χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
1010
μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
1011
οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακὸν
1012
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
1013
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1014
σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
1015
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
1016
τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
1017
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
1018
τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1019
δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς.
1020
τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι
1021
πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα,
1022
καὶ ταῦτʼ ἄφαντα σοῦ θανόντος ηὑρόμην.
1023
οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ
1024
τοῦδʼ αἰόλου κνώδοντος; ὦ τάλας, ὑφʼ οὗ
1025
φονέως ἄρʼ ἐξέπνευσας. εἶδες ὡς χρόνῳ
1026
ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
1027
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
1028
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα,
1029
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
1030
ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·
1031
οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων
1032
πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι.
1033
ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσε ξίφος
1034
κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
1035
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ
1036
φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
1037
ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα,
1038
κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
1039
ΧΟΡΟΣ
μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ
1040
φράζου τὸν ἄνδρα, χὤ τι μυθήσῃ τάχα.
1041
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς
1042
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ.
1043
ΤΕΥΚΡΟΣ
τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ;
1044
ΧΟΡΟΣ
Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
1045
ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
1046
ΜΕΝΕΛΑΟΣ
οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
1047
μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει.
1048
ΤΕΥΚΡΟΣ
τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον;
1049
ΜΕΝΕΛΑΟΣ
δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ.
1050
ΤΕΥΚΡΟΣ
οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς;
1051
ΜΕΝΕΛΑΟΣ
ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν
1052
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
1053
ἐξηύρομεν ξυνόντες ἐχθίω Φρυγῶν·
1054
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
1055
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί·
1056
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
1057
ἡμεῖς μὲν ἂν τῇδʼ ἣν ὅδʼ εἴληχεν τύχῃ
1058
θανόντες ἂν προὐκείμεθʼ αἰσχίστῳ μόρῳ,
1059
οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς
1060
τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
1061
ὧν οὕνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων
1062
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
1063
ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1064
ὄρνισι φορβὴ παραλίοις γενήσεται.
1065
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
1066
εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,
1067
πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,
1068
χερσὶν παρευθύνοντες. οὐ γὰρ ἔσθʼ ὅπου
1069
λόγων ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.
1070
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
1071
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
1072
οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς
1073
φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκοι δέος,
1074
οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,
1075
μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.
1076
ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
1077
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
1078
δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ,
1079
σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο·
1080
ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ,
1081
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
1082
ἐξ οὐρίων δραμοῦσαν ἐς βυθὸν πεσεῖν.
1083
ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον,
1084
καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
1085
οὐκ ἀντιτείσειν αὖθις ἃν λυπώμεθα.
1086
ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
1087
αἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ.
1088
καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1089
μὴ τόνδε θάπτων αὐτὸς ἐς ταφὰς πέσῃς.
1090
ΧΟΡΟΣ
Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
1091
εἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
1092
ΤΕΥΚΡΟΣ
οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι,
1093
ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει,
1094
ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
1095
τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.
1096
ἄγʼ, εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
1097
τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
1098
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1099
ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεὼν
1100
ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγετʼ οἴκοθεν;
1101
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
1102
οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
1103
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
1104
ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων
1105
στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε.
1106
ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σέμνʼ ἔπη
1107
κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς
1108
εἴθʼ ἅτερος στρατηγός, ἐς ταφὰς ἐγὼ
1109
θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
1110
οὐ γάρ τι τῆς σῆς οὕνεκʼ ἐστρατεύσατο
1111
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
1112
ἀλλʼ οὕνεχʼ ὅρκων οἷσιν ἦν ἐπώμοτος,
1113
σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1114
πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
1115
καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου
1116
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
1117
ΧΟΡΟΣ
οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
1118
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει.
1119
ΜΕΝΕΛΑΟΣ
ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
1120
ΤΕΥΚΡΟΣ
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
1121
ΜΕΝΕΛΑΟΣ
μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις.
1122
ΤΕΥΚΡΟΣ
κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ.
1123
ΜΕΝΕΛΑΟΣ
ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
1124
ΤΕΥΚΡΟΣ
ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν.
1125
ΜΕΝΕΛΑΟΣ
δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με;
1126
ΤΕΥΚΡΟΣ
κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών.
1127
ΜΕΝΕΛΑΟΣ
θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι.
1128
ΤΕΥΚΡΟΣ
μή νυν ἀτίμα θεούς, θεοῖς σεσωμένος.
1129
ΜΕΝΕΛΑΟΣ
ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
1130
ΤΕΥΚΡΟΣ
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
1131
ΜΕΝΕΛΑΟΣ
τούς γʼ αὐτὸς αὐτοῦ πολεμίους· οὐ γὰρ καλόν;
1132
ΤΕΥΚΡΟΣ
ἦ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;
1133
ΜΕΝΕΛΑΟΣ
μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο.
1134
ΤΕΥΚΡΟΣ
κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
1135
ΜΕΝΕΛΑΟΣ
ἐν τοῖς δικασταῖς, οὐκ ἐμοί, τόδʼ ἐσφάλη.
1136
ΤΕΥΚΡΟΣ
πόλλʼ ἂν καλῶς λάθρᾳ σὺ κλέψειας κακά.
1137
ΜΕΝΕΛΑΟΣ
τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
1138
ΤΕΥΚΡΟΣ
οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
1139
ΜΕΝΕΛΑΟΣ
ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον.
1140
ΤΕΥΚΡΟΣ
ἀλλʼ ἀντακούσῃ τοῦθʼ ἕν, ὡς τεθάψεται.
1141
ΜΕΝΕΛΑΟΣ
ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν
1142
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
1143
ᾧ φθέγμʼ ἂν οὐκ ἐνηῦρες, ἡνίκʼ ἐν κακῷ
1144
χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς
1145
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
1146
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
1147
σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας
1148
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
1149
ΤΕΥΚΡΟΣ
ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων,
1150
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
1151
κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
1152
ὀργήν θʼ ὁμοῖος εἶπε τοιοῦτον λόγον,
1153
“ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
1154
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.”
1155
τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών.
1156
ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
1157
οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;
1158
ΜΕΝΕΛΑΟΣ
ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
1159
λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.
1160
ΤΕΥΚΡΟΣ
ἄφερπέ νυν. κἀμοὶ γὰρ αἴσχιστον κλύειν
1161
ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου.
1162
ΧΟΡΟΣ
ἔσται μεγάλης ἔριδός τις ἀγών.
1163
ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
1164
σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν
1165
τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
1166
τάφον εὐρώεντα καθέξει.
1167
ΤΕΥΚΡΟΣ
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
1168
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
1169
τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
1170
ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας
1171
ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο.
1172
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
1173
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1174
ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
1175
βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
1176
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
1177
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
1178
αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον.
1179
ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
1180
κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου,
1181
ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας
1182
παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μόλω
1183
τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.
1184