Navigation
Filter Comments
ΑΓΓΕΛΟΣ
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
719
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
720
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
721
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
722
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
723
μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν
724
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ,
725
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατῷ
726
ξύναιμον ἀποκαλοῦντες, ὥς τʼ οὐκ ἀρκέσοι
727
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
728
ὥστʼ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
729
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
730
λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
731
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
732
ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
733
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
734
ΧΟΡΟΣ
οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
735
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
736
ΑΓΓΕΛΟΣ
ἰοὺ ἰού.
737
βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν
738
πέμπων ἔπεμψεν, ἢ ʼφάνην ἐγὼ βραδύς.
739
ΧΟΡΟΣ
τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;
740
ΑΓΓΕΛΟΣ
τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
741
μὴ ʼξω παρεῖναι, πρὶν παρὼν αὐτὸς τύχῃ.
742
ΧΟΡΟΣ
ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιον τραπεὶς
743
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
744
ΑΓΓΕΛΟΣ
ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
745
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
746
ΧΟΡΟΣ
ποὶον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;
747
ΑΓΓΕΛΟΣ
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
748
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
749
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
750
ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
751
θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
752
εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
753
Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν,
754
εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
755
ἐλᾷ γὰρ αὐτὸν τήνδʼ ἔθʼ ἡμέραν μόνην
756
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
757
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
758
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
759
ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
760
βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ.
761
κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος
762
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
763
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει, “τέκνον, δορὶ
764
βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν.”
765
ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο,
766
“πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
767
κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα
768
κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος.”
769
τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον
770
δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν
771
ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
772
τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος·
773
“ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
774
ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐνρήξει μάχη.”
775
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
776
ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν.
777
ἀλλʼ εἴπερ ἔστι τῇδʼ ἔθʼ ἡμέρᾳ, τάχʼ ἂν
778
γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι.
779
τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας
780
πέμπει μέ σοι φέροντα τάσδʼ ἐπιστολὰς
781
Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα,
782
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
783
ΧΟΡΟΣ
ὦ δαΐα Τέκμησσα, δυσμόρων γένος,
784
ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ.
785
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
786
ΤΕΚΜΗΣΣΑ
τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
787
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
788
ΧΟΡΟΣ
τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
789
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ.
790
ΤΕΚΜΗΣΣΑ
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
791
ΑΓΓΕΛΟΣ
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι,
792
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
793
ΤΕΚΜΗΣΣΑ
καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής.
794
ΑΓΓΕΛΟΣ
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
795
σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον.
796
ΤΕΚΜΗΣΣΑ
ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
797
ΑΓΓΕΛΟΣ
πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον
798
τὴν ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
799
ΤΕΚΜΗΣΣΑ
οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών;
800
ΑΓΓΕΛΟΣ
τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν
801
τὴν νῦν ὃ τούτῳ θάνατον ἢ βίον φέρει.
802
ΤΕΚΜΗΣΣΑ
οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης,
803
καὶ σπεύσαθʼ οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
804
οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους
805
ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
806
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
807
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
808
οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
809
ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω.
810
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμή.
811
σῴζειν θέλοντες ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν.
812
ΧΟΡΟΣ
χωρεῖν ἑτοῖμος, κοὐ λόγῳ δείξω μόνον.
813
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται.
814
ΑΙΑΣ
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
815
γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,
816
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
817
μάλιστα μισηθέντος, ἐχθίστου θʼ ὁρᾶν.
818
πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
819
σιδηροβρῶτι θηγάνῃ νεηκονής·
820
ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ,
821
εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν.
822
οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
823
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
824
αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαβεῖν.
825
πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν
826
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
827
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
828
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
829
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ.
830
τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα
831
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
832
ξὺν ἀσφαδᾴστῳ καὶ ταχεῖ πηδήματι
833
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
834
καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
835
ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
836
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
837
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
838
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
839
ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ
840
αὐτοσφαγῆ πίπτοντα· τὼς αὐτοσφαγεῖς
841
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
842
ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες,
843
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
844
σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
845
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
846
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
847
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν
848
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
849
ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν,
850
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
851
ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·
852
ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
853
ὦ θάνατε θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών·
854
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
855
σὲ δʼ ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
856
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
857
πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον.
858
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
859
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
860
κλειναί τʼ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος,
861
κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωικὰ
862
πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί·
863
τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
864
τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
865