Navigation
Filter Comments
ΤΕΥΚΡΟΣ
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
1223
Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·
1224
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
1225
ΑΓΑΜΕΜΝΩΝ
σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι
1226
τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτεὶ χανεῖν.
1227
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω·
1228
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
1229
ὑψήλʼ ἐφώνεις κἀπʼ ἄκρων ὡδοιπόρεις,
1230
ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
1231
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
1232
ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,
1233
ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
1234
ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
1235
ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα,
1236
ποῦ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
1237
οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
1238
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
1239
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
1240
εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,
1241
κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις
1242
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
1243
ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
1244
ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι.
1245
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
1246
κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,
1247
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
1248
καὶ τοὺς ὄπισθεν ἐς τὸ πρόσθεν ἄξομεν.
1249
ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
1250
οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
1251
ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
1252
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
1253
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
1254
καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον
1255
ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσῃ τινά·
1256
ὃς τἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,
1257
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
1258
οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
1259
ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον,
1260
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
1261
σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·
1262
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
1263
ΧΟΡΟΣ
εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
1264
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
1265
ΤΕΥΚΡΟΣ
φεῦ, τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
1266
χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται,
1267
εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρὸν λόγον,
1268
Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
1269
τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί·
1270
ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα.
1271
ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη,
1272
οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα
1273
ἑρκέων ποθʼ ὑμᾶς ἐντὸς ἐγκεκλῃμένους,
1274
ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορός,
1275
ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
1276
ἄκροισιν ἤδη ναυτικοῖς θʼ ἑδωλίοις
1277
πυρὸς φλέγοντος, ἐς δὲ ναυτικὰ σκάφη
1278
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1279
τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε,
1280
ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
1281
ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα;
1282
χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου,
1283
λαχών τε κἀκέλευστος, ἦλθεν ἀντίος,
1284
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
1285
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου
1286
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
1287
ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών,
1288
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
1289
δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς;
1290
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προὔφυ πατὴρ
1291
τἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
1292
Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε, δυσσεβέστατον
1293
προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1294
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ
1295
λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ
1296
ἐφῆκεν ἀλλοῖς ἰχθύσιν διαφθοράν.
1297
τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν;
1298
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1299
ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν
1300
ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν
1301
βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
1302
δώρημʼ ἐκείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.
1303
ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1304
βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
1305
οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένους
1306
ὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνῃ λέγων;
1307
εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
1308
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους,
1309
ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ
1310
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
1311
γυναικός, ἢ σοῦ τοῦ θʼ ὁμαίμονος λέγω;
1312
πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν.
1313
ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ
1314
καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς.
1315
ΧΟΡΟΣ
ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς,
1316
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
1317
ΟΔΥΣΣΕΥΣ
τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
1318
βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.
1319
ΑΓΑΜΕΜΝΩΝ
οὐ γὰρ κλυόντες ἐσμὲν αἰσχίστους λόγους,
1320
ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;
1321
ΟΔΥΣΣΕΥΣ
ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
1322
κλυόντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
1323
ΑΓΑΜΕΜΝΩΝ
ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτʼ ἐμέ.
1324
ΟΔΥΣΣΕΥΣ
τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
1325
ΑΓΑΜΕΜΝΩΝ
οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
1326
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
1327
ΟΔΥΣΣΕΥΣ
ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
1328
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
1329
ΑΓΑΜΕΜΝΩΝ
εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
1330
φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.
1331
ΟΔΥΣΣΕΥΣ
ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
1332
μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·
1333
μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω
1334
τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
1335
κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ,
1336
ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων,
1337
ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ
1338
οὔ τἂν ἀτιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν
1339
ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
1340
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
1341
ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·
1342
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
1343
φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι,
1344
βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς.
1345
ΑΓΑΜΕΜΝΩΝ
σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί;
1346
ΟΔΥΣΣΕΥΣ
ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν.
1347
ΑΓΑΜΕΜΝΩΝ
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
1348
ΟΔΥΣΣΕΥΣ
μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
1349
ΑΓΑΜΕΜΝΩΝ
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
1350
ΟΔΥΣΣΕΥΣ
ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
1351
ΑΓΑΜΕΜΝΩΝ
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
1352
ΟΔΥΣΣΕΥΣ
παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
1353
ΑΓΑΜΕΜΝΩΝ
μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
1354
ΟΔΥΣΣΕΥΣ
ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν.
1355
ΑΓΑΜΕΜΝΩΝ
τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδῇ νέκυν;
1356
ΟΔΥΣΣΕΥΣ
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πλέον.
1357
ΑΓΑΜΕΜΝΩΝ
τοιοίδε μέντοι φῶτες οὕμπληκτοι βροτῶν.
1358
ΟΔΥΣΣΕΥΣ
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
1359
ΑΓΑΜΕΜΝΩΝ
τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
1360
ΟΔΥΣΣΕΥΣ
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
1361
ΑΓΑΜΕΜΝΩΝ
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
1362
ΟΔΥΣΣΕΥΣ
ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
1363
ΑΓΑΜΕΜΝΩΝ
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
1364
ΟΔΥΣΣΕΥΣ
ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι.
1365
ΑΓΑΜΕΜΝΩΝ
ἦ πάνθʼ ὁμοῖα· πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
1366
ΟΔΥΣΣΕΥΣ
τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν;
1367
ΑΓΑΜΕΜΝΩΝ
σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
1368
ΟΔΥΣΣΕΥΣ
ὧδʼ ἢν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσῃ.
1369
ΑΓΑΜΕΜΝΩΝ
ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ, ὡς ἐγὼ
1370
σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν,
1371
οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς
1372
ἔχθιστος ἔσται. σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς.
1373
ΧΟΡΟΣ
ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
1374
φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ.
1375
ΟΔΥΣΣΕΥΣ
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι,
1376
ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος.
1377
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω,
1378
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1379
χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
1380
ΤΕΥΚΡΟΣ
ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαι
1381
λόγοισι· καί μʼ ἔψευσας ἐλπίδος πολύ.
1382
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
1383
μόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼν
1384
θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
1385
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
1386
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
1387
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
1388
τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ
1389
μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
1390
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
1391
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
1392
σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
1393
τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν,
1394
μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποῶ·
1395
τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
1396
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
1397
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
1398
ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
1399
ΟΔΥΣΣΕΥΣ
ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον
1400
πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν.
1401
ΤΕΥΚΡΟΣ
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
1402
χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον
1403
χερσὶ ταχύνετε, τοὶ δʼ ὑψίβατον
1404
τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων
1405
θέσθʼ ἐπίκαιρον·
1406
μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη
1407
τὸν ὑπασπίδιον κόσμον φερέτω.
1408
παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις,
1409
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
1410
τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ
1411
σύριγγες ἄνω φυσῶσι μέλαν
1412
μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
1413
φησὶ παρεῖναι, σούσθω, βάτω,
1414
τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ
1415
†κοὐδενί πω λῴονι θνητῶν†
1416
Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ.
1417
ΧΟΡΟΣ
ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
1418
γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις
1419
τῶν μελλόντων ὅ τι πράξει.
1420