Navigation
Filter Comments
ΧΟΡΟΣ
ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτάμαν.
693
ἰὼ ἰὼ Πὰν Πάν,
694
ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλ-
695
λανίας χιονοκτύπου
696
πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ
697
θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι
698
Μύσια Κνώσιʼ ὀρ-
699
χήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς.
700
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
701
Ἰκαρίων δʼ ὑπὲρ κελεύθων
702
μολὼν ἄναξ Ἀπόλλων
703
ὁ Δάλιος εὔγνωστος
704
ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
705
ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης.
706
ἰὼ ἰώ, νῦν αὖ,
707
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐ
708
άμερον πελάσαι φάος
709
θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας
710
λαθίπονος πάλιν, θεῶν δʼ αὖ
711
πάνθυτα θέσμιʼ ἐξ-
712
ήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ.
713
πάνθʼ ὁ μέγας χρόνος μαραίνει·
714
κοὐδὲν ἀναύδητον φατίξαιμʼ
715
ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων
716
Αἴας μετανεγνώσθη
717
θυμῶν τʼ Ἀτρείδαις μεγάλων τε νεικέων.
718