Navigation
Filter Comments
ΑΙΑΣ
ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος
646
φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·
647
κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται
648
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
649
κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε,
650
βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
651
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
652
χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
653
ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
654
λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ
655
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
656
μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω
657
κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
658
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται,
659
ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
660
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην
661
παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,
662
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
663
ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,
664
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
665
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
666
εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
667
ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
668
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
669
τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
670
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
671
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
672
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
673
δεινῶν δʼ ἄημα πνευμάτων ἐκοίμισε
674
στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς Ὕπνος
675
λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει·
676
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
677
ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
678
ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,
679
ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
680
τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
681
ὡς αἰὲν οὐ μενοῦντα. τοῖς πολλοῖσι γὰρ
682
βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.
683
ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
684
ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
685
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
686
ὑμεῖς θʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
687
τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε
688
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα·
689
ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον,
690
ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως
691
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωμένον.
692