Navigation
Filter Comments
ΧΟΡΟΣ
λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν
144
βοτὰ καὶ λείαν,
145
ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,
146
κτείνοντʼ αἴθωνι σιδήρῳ.
147
τοιούσδε λόγους ψιθύρους πλάσσων
148
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
149
καὶ σφόδρα πείθει. περὶ γὰρ σοῦ νῦν
150
εὔπειστα λέγει, καὶ πᾶς ὁ κλυὼν
151
τοῦ λέξαντος χαίρει μᾶλλον
152
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
153
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
154
οὐκ ἂν ἁμάρτοι· κατὰ δʼ ἄν τις ἐμοῦ
155
τοιαῦτα λέγων οὐκ ἂν πείθοι.
156
πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει.
157
καίτοι σμικροὶ μεγάλων χωρὶς
158
σφαλερὸν πύργου ῥῦμα πέλονται·
159
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν
160
καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων.
161
ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους
162
τούτων γνώμας προδιδάσκειν.
163
ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ
164
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ
165
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
166
ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν,
167
παταγοῦσιν ἅτε πτηνῶν ἀγέλαι·
168
μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες
169
τάχʼ ἄν, ἐξαίφνης εἰ σὺ φανείης,
170
σιγῇ πτήξειαν ἄφωνοι.
171
ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις—
172
ὦ μεγάλα φάτις, ὦ
173
μᾶτερ αἰσχύνας ἐμᾶς—
174
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
175
ἦ πού τινος νίκας ἀκαρπώτου χάριν,
176
ἦρα κλυτῶν ἐνάρων
177
ψευσθεῖσʼ, ἀδώροις εἴτʼ ἐλαφαβολίαις
178
ἢ χαλκοθώραξ σοί τινʼ Ἐνυάλιος
179
μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
180
μαχαναῖς ἐτείσατο λώβαν;
181
οὔποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά,
182
παῖ Τελαμῶνος, ἔβας
183
τόσσον ἐν ποίμναις πίτνων·
184
ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι
185
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
186
εἰ δʼ ὑποβαλλόμενοι
187
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,
188
χὠ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
189
μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις
190
ἐμμένων κακὰν φάτιν ἄρῃ.
191
ἀλλʼ ἄνα ἐξ ἑδράνων
192
ὅπου μακραίωνι
193
στηρίζῃ ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ,
194
ἄταν οὐρανίαν φλέγων.
195
ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβηθʼ
196
ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
197
πάντων βακχαζόντων
198
γλώσσαις βαρυάλγητʼ·
199
ἐμοὶ δʼ ἄχος ἕστακεν.
200