Navigation
Filter Comments
ΤΕΚΜΗΣΣΑ
ναὸς ἀρωγοὶ τῆς Αἴνατος,
201
γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδᾶν,
202
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
203
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
204
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
205
Αἴας θολερῷ
206
κεῖται χειμῶνι νοσήσας.
207
ΧΟΡΟΣ
τί δʼ ἐνήλλακται τῆς ἡμερίας
208
νὺξ ἥδε βάρος;
209
παῖ τοῦ Φρυγίου Τελλεύταντος,
210
λέγʼ, ἐπεί σε λέχος δουριάλωτον
211
στέρξας ἀνέχει θούριος Αἴας·
212
ὥστʼ οὐκ ἂν ἄιδρις ὑπείποις.
213
ΤΕΚΜΗΣΣΑ
πῶς δῆτα λέγω λόγον ἄρρητον;
214
θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσῃ.
215
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
216
νύκτερος Αἴας ἀπελωβήθη.
217
τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον
218
χειροδάικτα σφάγιʼ αἱμοβαφῆ,
219
κείνου χρηστήρια τἀνδρός.
220
ΧΟΡΟΣ
οἵαν ἐδήλωσας ἀνδρὸς αἴθονος
221
ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
222
τῶν μελέων Δαναῶν ὕπο κλῃζομέναν,
225
τὰν ὁ μέγας μῦθος ἀέξει.
226
ὤμοι, φοβοῦμαι τὸ προσέρπον. περίφαντος ἁνὴρ
227
θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς
230
κελαινοῖς ξίφεσιν βοτὰ καὶ
231
βοτῆρας ἱππονώμας.
232
ΤΕΚΜΗΣΣΑ
ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν
233
δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·
234
ὧν τὰ μὲν εἴσω σφάζʼ ἐπὶ γαίας,
235
τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.
236
δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν
237
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
238
ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω
239
κίονι δήσας
240
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
241
παίει λιγυρᾷ μάστιγι διπλῇ,
242
κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων
243
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
244
ΧΟΡΟΣ
ὥρα τινʼ ἤδη κάρα καλύμμασι
245
κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι,
246
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
247
ποντοπόρῳ ναῒ μεθεῖναι.
250
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
251
καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
252
ξυναλγεῖν μετὰ τοῦδε τυπείς,
255
τὸν αἶσʼ ἄπλατος ἴσχει.
256
ΤΕΚΜΗΣΣΑ
οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς
257
ᾄξας ὀξὺς νότος ὣς λήγει,
258
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
259
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
260
μηδενὸς ἄλλου παραπράξαντος,
261
μεγάλας ὀδύνας ὑποτείνει.
262
ΧΟΡΟΣ
ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ·
263
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
264
ΤΕΚΜΗΣΣΑ
πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
265
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
266
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
267
ΧΟΡΟΣ
τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
268
ΤΕΚΜΗΣΣΑ
ἡμεῖς ἄρʼ οὐ νοσοῦντος ἀτώμεσθα νῦν.
269
ΧΟΡΟΣ
πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις.
270
ΤΕΚΜΗΣΣΑ
ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ,
271
αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς,
272
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
273
νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
274
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
275
ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
276
ἆρʼ ἐστὶ ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά;
277
ΧΟΡΟΣ
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ
278
πληγή τις ἥκει. πῶς γάρ, εἰ πεπαυμένος
279
μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
280
ΤΕΚΜΗΣΣΑ
ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.
281
ΧΟΡΟΣ
τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
282
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
283
ΤΕΚΜΗΣΣΑ
ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.
284
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι
285
λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν
286
ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.
287
κἀγὼ ʼπιπλήσσω καὶ λέγω, “τί χρῆμα δρᾷς,
288
Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων
289
κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλυὼν
290
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.”
291
ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·
292
“γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.”
293
κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.
294
καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
295
εἴσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
296
ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν.
297
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων
298
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
299
ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
300
τέλος δʼ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι
301
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
302
τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
303
ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτείσαιτʼ ἰών·
304
κἄπειτʼ ἐνᾴξας αὖθις ἐς δόμους πάλιν
305
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
306
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
307
παίσας κάρα ʼθώυξεν· ἐν δʼ ἐρειπίοις
308
νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,
309
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
310
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
311
ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,
312
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος.
313
κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτε.
314
κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
315
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
316
ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
317
ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ.
318
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
319
τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·
320
ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων
321
ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
322
νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
323
ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
324
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών,
325
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
326
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
327
ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,
328
ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι.
329
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
330
ΧΟΡΟΣ
Τέκμησσα, δεινοῖς, παῖ Τελεύταντος, λέγεις
331
ἡμῖν τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
332
ΑΙΑΣ
ἰώ μοί μοι.
333
ΤΕΚΜΗΣΣΑ
τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
334
Αἴαντος οἵαν τήνδε θωύσσει βοήν;
335
ΑΙΑΣ
ἰώ μοί μοι.
336
ΧΟΡΟΣ
ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι
337
νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.
338
ΑΙΑΣ
ἰὼ παῖ παῖ.
339
ΤΕΚΜΗΣΣΑ
ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
340
τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.
341
ΑΙΑΣ
Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἦ τὸν εἰσαεὶ
342
λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;
343
ΧΟΡΟΣ
ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.
344
τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.
345
ΤΕΚΜΗΣΣΑ
ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι
346
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
347
ΑΙΑΣ
ἰὼ
348
φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
349
μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ,
350
ἴδεσθέ μʼ οἷον ἄρτι κῦ-
351
μα φοινίας ὑπὸ ζάλης
352
ἀμφίδρομον κυκλεῖται.
353
ΟΡΟΣ
οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
354
δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
355
ΑΙΑΣ
ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας,
356
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
357
σέ τοι σέ τοι μόνον δέδορ-
358
κα ποιμένων ἐπαρκέσοντʼ.
360
ἀλλά με συνδάιξον.
361
ΧΟΡΟΣ
εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
362
ἄκος πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
363
ΑΙΑΣ
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
364
τὸν ἐν δαΐοις ἄτρεστον μάχας,
365
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
366
οἴμοι γέλωτος· οἷον ὑβρίσθην ἄρα.
367
ΤΕΚΜΗΣΣΑ
μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε.
368
ΑΙΑΣ
οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα;
369
αἰαῖ αἰαῖ.
370
ΤΕΚΜΗΣΣΑ
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
371
ΑΙΑΣ
ὢ δύσμορος, ὃς χερὶ μὲν
372
μεθῆκα τοὺς ἀλάστορας,
373
ἐν δʼ ἑλίκεσσι βουσὶ καὶ
374
κλυτοῖς πεσὼν αἰπολίοις
375
ἐρεμνὸν αἷμʼ ἔδευσα.
376
ΧΟΡΟΣ
τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις;
377
οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχοι.
378
ΑΙΑΣ
ἰὼ πάνθʼ ὁρῶν, ἅπαντʼ ἀίων,
379
κακῶν ὄργανον, τέκνον Λαρτίου,
380
κακοπινέστατόν τʼ ἄλημα στρατοῦ,
381
ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις.
382
ΧΟΡΟΣ
ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
383
ΑΙΑΣ
ἴδοιμι δή νιν, καίπερ ὧδʼ ἀτώμενος—
384
ἰώ μοί μοι.
385
ΧΟΡΟΣ
μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ;
386
ΑΙΑΣ
ὦ Ζεῦ προγόνων προπάτωρ,
387
πῶς ἂν τὸν αἱμυλώτατον,
388
ἐχθρὸν ἄλημα, τούς τε δισσάρχας
389
ὀλέσσας βασιλῆς,
390
τέλος θάνοιμι καὐτός;
391
ΤΕΚΜΗΣΣΑ
ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν
392
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
393
ΑΙΑΣ
ἰὼ
394
σκότος, ἐμὸν φάος,
395
ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα,
396
ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος
397
οὔθʼ ἁμερίων ἔτʼ ἄξιος
398
βλέπειν τινʼ εἰς ὄνησιν ἀνθρώπων.
400
ἀλλά μʼ ἁ Διὸς
401
ἀλκίμα θεὸς
402
ὀλέθριον αἰκίζει.
403
ποῖ τις οὖν φύγῃ;
404
ποῖ μολὼν μενῶ;
405
−⏑− φίλοι,
406
τοῖσδʼ ὁμοῦ πέλας,
407
μώραις δʼ ἄγραις προσκείμεθα,
408
πᾶς δὲ στρατὸς δίπαλτος ἄν
409
με χειρὶ φονεύοι.
410
ΤΕΚΜΗΣΣΑ
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.
411
ΑΙΑΣ
ἰὼ πόροι ἁλίρροθοι
412
πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον,
413
πολὺν πολύν με δαρόν τε δὴ
414
κατείχετʼ ἀμφὶ Τροίαν χρόνον·
415
ἀλλʼ οὐκέτι μʼ, οὐκέτʼ ἀμπνοὰς
416
ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
417
ὦ Σκαμάνδριοι
418
γείτονες ῥοαὶ
419
κακόφρονες Ἀργείοις,
420
οὐκέτʼ ἄνδρα μὴ
421
τόνδʼ ἴδητʼ—ἔπος
422
ἐξερῶ μέγα—
423
οἷον οὔτινα
424
Τρωία στρατοῦ
425
Ἑλλανίδος· τανῦν δʼ ἄτι-
426
μος ὧδε πρόκειμαι.
427
ΧΟΡΟΣ
οὔτοι σʼ ἀπείργειν οὔθʼ ὅπως ἐῶ λέγειν
428
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
429
ΑΙΑΣ
αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον
430
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
431
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοί,
432
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
433
ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς
434
τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ
435
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
436
ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
437
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
438
οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
439
ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.
440
καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ,
441
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
442
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
443
οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.
444
νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
445
ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.
446
κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι
447
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
448
δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.
449
νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
450
ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπευθύνοντʼ ἐμὴν
451
ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,
452
ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
453
κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,
454
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
455
βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
456
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
457
ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,
458
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
459
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
460
μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
461
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
462
Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν
463
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
464
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
465
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν
466
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
467
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
468
ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που.
469
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
470
τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ
471
μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
472
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
473
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
474
τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει
475
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
476
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
477
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
478
ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
479
τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον.
480
ΧΟΡΟΣ
οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον,
481
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
482
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
483
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
484
ΤΕΚΜΗΣΣΑ
ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης
485
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
486
ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
487
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
488
νῦν δʼ εἰμὶ δούλη. θεοῖς γὰρ ὧδʼ ἔδοξέ που
489
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
490
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
491
καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς
492
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
493
μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
494
τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
495
ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
496
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ
497
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
498
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
499
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
500
λόγοις ἰάπτων, “ἴδετε τὴν ὁμευνέτιν
501
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
502
οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει.”
503
τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
504
σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
505
ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
506
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
507
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
508
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
509
οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
510
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
511
ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
512
κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς.
513
ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω
514
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δορί,
515
καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε
516
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
517
τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;
518
τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι.
519
ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
520
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
521
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί·
522
ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
523
οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ.
524
ΧΟΡΟΣ
Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
525
θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη.
526
ΑΙΑΣ
καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
527
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
528
ΤΕΚΜΗΣΣΑ
ἀλλʼ, ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι.
529
ΑΙΑΣ
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
530
ΤΕΚΜΗΣΣΑ
καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην.
531
ΑΙΑΣ
ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;
532
ΤΕΚΜΗΣΣΑ
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
533
ΑΙΑΣ
πρέπον γέ τἂν ἦν· δαίμονος τοὐμοῦ τόδε.
534
ΤΕΚΜΗΣΣΑ
ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι.
535
ΑΙΑΣ
ἐπήνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
536
ΤΕΚΜΗΣΣΑ
τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε;
537
ΑΙΑΣ
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν.
538
ΤΕΚΜΗΣΣΑ
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
539
ΑΙΑΣ
τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
540
ΤΕΚΜΗΣΣΑ
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
541
ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
542
ΑΙΑΣ
ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου;
543
ΤΕΚΜΗΣΣΑ
καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν.
544
ΑΙΑΣ
αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ,
545
νεοσφαγῆ τοῦτόν γε προσλεύσσων φόνον,
546
εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν.
547
ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
548
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
549
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
550
τὰ δʼ ἄλλʼ ὁμοῖος· καὶ γένοιʼ ἂν οὐ κακός.
551
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
552
ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνῃ κακῶν.
553
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
554
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
555
ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς
556
δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ʼτράφης.
557
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
558
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
559
οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
560
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ.
561
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
562
λείψω τροφῆς ἄοκνον ἔμπα κεἰ τανῦν
563
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
564
ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
565
ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν,
566
κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως
567
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
568
Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω,
569
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
570
μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
571
καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς
572
θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός.
573
ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν τοὐπώνυμον,
574
Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
575
πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος·
576
τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται.
577
ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου,
578
καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους
579
δάκρυε. κάρτα τοι φιλοίκτιστον γυνή.
580
πύκαζε θᾶσσον. οὐ πρὸς ἰατροῦ σοφοῦ
581
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
582
ΧΟΡΟΣ
δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν.
583
οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
584
ΤΕΚΜΗΣΣΑ
ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί;
585
ΑΙΑΣ
μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν.
586
ΤΕΚΜΗΣΣΑ
οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
587
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
588
ΑΙΑΣ
ἄγαν γε λυπεῖς. οὐ κάτοισθʼ ἐγὼ θεοῖς
589
ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι;
590
ΤΕΚΜΗΣΣΑ
εὔφημα φώνει.
591
ΑΙΑΣ
τοῖς ἀκούουσιν λέγε.
592
ΤΕΚΜΗΣΣΑ
σὺ δʼ οὐχὶ πείσῃ;
593
ΑΙΑΣ
πόλλʼ ἄγαν ἤδη θροεῖς.
594
ΤΕΚΜΗΣΣΑ
ταρβῶ γάρ, ὦναξ.
595