Navigation
Filter Comments
ΗΜΙΧΟΡΙΟΝ
πόνος πόνῳ πόνον φέρει.
866
πᾷ πᾷ
867
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
868
κοὐδεὶς ἐπισπᾶταί με συμμαθεῖν τόπος.
869
ἰδοὺ ἰδού·
870
δοῦπον αὖ κλύω τινά.
871
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
872
τί οὖν δή;
873
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
874
ἔχεις οὖν;
875
πόνου γε πλῆθος κοὐδὲν εἰς ὄψιν πλέον.
876
ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν
877
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
878
ΧΟΡΟΣ
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
879
ἁλιαδᾶν ἔχων ἀύπνους ἄγρας
880
ἢ τίς Ὀλυμπιάδων θεᾶν, ἢ ῥυτῶν
881
Βοσπορίων ποταμῶν,
882
τὸν ὠμόθυμον εἴ ποθι
885
πλαζόμενον λεύσσων
886
ἀπύοι; σχέτλια γὰρ
887
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
888
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
889
ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
890
ΤΕΚΜΗΣΣΑ
ἰώ μοί μοι.
891
ΧΟΡΟΣ
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
892
ΤΕΚΜΗΣΣΑ
ἰὼ τλήμων.
893
ΧΟΡΟΣ
τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
894
Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην.
895
ΤΕΚΜΗΣΣΑ
οἴχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
896
ΧΟΡΟΣ
τί δʼ ἔστιν;
897
ΤΕΚΜΗΣΣΑ
Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς
898
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
899
ΧΟΡΟΣ
ὤμοι ἐμῶν νόστων·
900
ὤμοι, κατέπεφνες, ἄναξ,
901
τόνδε συνναύταν, τάλας·
902
ὢ ταλαίφρων γυνή.
903
ΤΕΚΜΗΣΣΑ
ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.
904
ΧΟΡΟΣ
τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος;
905
ΤΕΚΜΗΣΣΑ
αὐτὸς πρὸς αὐτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
906
πηκτὸν τόδʼ ἔγχος περιπετοῦς κατηγορεῖ.
907
ΧΟΡΟΣ
ὤμοι ἐμᾶς ἄτας, οἷος ἄρʼ αἱμάχθης,
908
ἄφαρκτος φίλων·
910
ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄιδρις,
911
κατημέλησα. πᾷ πᾷ
912
κεῖται ὁ δυστράπελος
913
δυσώνυμος Αἴας;
914
ΤΕΚΜΗΣΣΑ
οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
915
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
916
οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν
917
φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
918
πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς.
919
οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
920
ποῦ Τεῦκρος; ὡς ἀκμαῖος ἂν βαίη μολὼν
921
πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
922
ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις,
923
ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
924
ΧΟΡΟΣ
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
925
στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν
926
μοῖραν ἀπειρεσίων πόνων· τοῖά μοι
927
πάννυχα καὶ φαέθοντʼ
928
ἀνεστέναζες ὠμόφρων
930
ἐχθοδόπʼ Ἀτρείδαις
931
οὐλίῳ σὺν πάθει.
932
μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος
933
πημάτων, ἦμος ἀριστόχειρ
935
−⏑⏑− ὅπλων ἔκειτʼ ἀγὼν πέρι.
936
ΤΕΚΜΗΣΣΑ
ἰώ μοί μοι.
937
ΧΟΡΟΣ
χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
938
ΤΕΚΜΗΣΣΑ
ἰώ μοί μοι.
939
ΧΟΡΟΣ
οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
940
τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
941
ΤΕΚΜΗΣΣΑ
σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν.
942
ΧΟΡΟΣ
ξυναυδῶ.
943
ΤΕΚΜΗΣΣΑ
οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
944
χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί.
945
ΧΟΡΟΣ
ὤμοι, ἀναλγήτων
946
δισσῶν ἐθρόησας ἄναυδʼ
947
ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει.
948
ἀλλʼ ἀπείργοι θεός.
949
ΤΕΚΜΗΣΣΑ
οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα.
950
ΧΟΡΟΣ
ἄγαν ὑπερβριθές γε τἄχθος ἤνυσαν.
951
ΤΕΚΜΗΣΣΑ
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
952
Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν.
953
ΧΟΡΟΣ
ἦ ῥα κελαινώπᾳ θυμῷ ἐφυβρίζει
955
πολύτλας ἀνήρ,
956
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν
957
πολὺν γέλωτα, φεῦ φεῦ,
958
ξύν τε διπλοῖ βασιλῆς
959
κλύοντες Ἀτρεῖδαι.
960
ΤΕΚΜΗΣΣΑ
οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
961
τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν,
962
θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
963
οἱ γὰρ κακοὶ γνώμαισι τἀγάθʼ ἐν χεροῖν
964
ἔχοντες οὐκ ἴσασι πρίν τις ἐκβάλῃ.
965
ἐμοὶ πικρὸς τέθνηκεν ᾗ κείνοις γλυκύς,
966
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
967
ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
968
τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα;
969
θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
970
πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
971
Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ
972
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
973