Navigation
Filter Comments
ΑΙΑΣ
οὐ ξυνέρξεθʼ ὡς τάχος;
596
ΤΕΚΜΗΣΣΑ
πρὸς θεῶν, μαλάσσου.
597
ΑΙΑΣ
μῶρά μοι δοκεῖς φρονεῖν,
598
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
596
ΤΕΚΜΗΣΣΑ
ναίεις ἁλίπλακτος εὐδαίμων,
597
ΑΙΑΣ
πᾶσιν περίφαντος αἰεί·
598
ΧΟΡΟΣ
ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος
600
†Ἰδαῖα μίμνων λειμωνίᾳ ποίᾳ† μη-
601
νῶν ἀνήριθμος αἰὲν εὐνῶμαι
602
χρόνῳ τρυχόμενος,
605
κακὰν ἐλπίδʼ ἔχων
606
ἔτι μέ ποτʼ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
607
καί μοι δυσθεράπευτος Αἴας
608
ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
610
θείᾳ μανίᾳ ξύναυλος.
611
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
612
κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώ-
613
τας φίλοις μέγα πένθος ηὕρηται,
615
τὰ πρὶν δʼ ἔργα χεροῖν
616
μεγίστας ἀρετᾶς
617
ἄφιλα παρʼ ἀφίλοις ἔπεσʼ ἔπεσε μελέοις
618
Ἀτρείδαις.
620
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
621
λευκῷ τε γήρᾳ μάτηρ νιν ὅταν νοσοῦν-
625
τα φρενοβόρως ἀκούσῃ,
626
αἴλινον αἴλινον
627
οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
628
σχήσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς
630
θρηνήσει, χερόπληκτοι δʼ
631
ἐν στέρνοισι πεσοῦνται
632
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
633
κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν
635
μάταν,
636
ὃς εἷς πατρῴας ἥκων γενεᾶς ἄρι-
637
στα πολυπόνων Ἀχαιῶν,
638
οὐκέτι συντρόφοις
639
ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ.
640
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
641
παιδὸς δύσφορον ἄταν,
642
ἃν οὔπω τις ἔθρεψεν
643
αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
645